Επιστολή [Φιλίππου] 5.4
Καλλίας τοίνυν ὁ παρ᾽ ὑμῶν στρατηγὸς τὰς μὲν πόλεις τὰς ἐν τῷ Παγασίτῃ κόλπῳ κατοικουμένας ἔλαβεν ἁπάσας, ὑμῖν μὲν ἐνόρκους, ἐμοὶ δὲ συμμαχίδας οὔσας, τοὺς δ᾽ εἰς Μακεδονίαν πλέοντας ἐπώλει πάντας πολεμίους κρίνων· καὶ διὰ ταῦθ᾽ ὑμεῖς ἐπῃνεῖτ᾽ αὐτὸν ἐν τοῖς ψηφίσμασιν. ὥστ᾽ ἔγωγ᾽ ἀπορῶ τί ποτ᾽ ἔσται καινότερον, ἐὰν ὁμολογήσητέ μοι πολεμεῖν· καὶ γὰρ ὅτε φανερῶς διεφερόμεθα, λῃστὰς ἐξεπέμπετε καὶ τοὺς πλέοντας ὡς ἡμᾶς ἐπωλεῖτε, τοῖς ἐναντίοις ἐβοηθεῖτε, τὴν χώραν μου κακῶς ἐποιεῖτε.
Η Μακεδονία ως γεωγραφικός όρος σε σχέση με μετακινήσεις προσώπων ή στρατευμάτων από ή προς αυτή.