Εθνικά 105.20-106.18, λ. Ἀπολλωνία
Ἀπολλωνία. α πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ᾽ Ἐπίδαμνον. ὕστερον διακοσίων Κορινθίων ἀποικία εἰς αὐτὴν ἐστάλη, ἧς ἡγεῖτο Γύλαξ, ὃς Γυλάκειαν ὠνόμασε. τὸ ἐθνικὸν Ἀπολλωνιάτης καὶ θηλυκὸν Ἀπολλωνιᾶτις. β ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γ Μακεδονίας. δ πόλις Λιβύης. ε ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. η Μυσίας. θ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ι κατὰ Θυάτειρα καὶ Ἔφεσον. ια Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι, διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβ περὶ τὴν κοίλην Συρίαν. ιγ κατὰ Ἰόπην. ιδ τῆς Μεσοποταμίας. ιε Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ι Λυδίας. ιζ Πισιδίας, ἡ πρότερον Μορδιάιον. ιη Φρυγίας, ἡ πάλαι Μάργιον. ιθ ἐν Σίφνῳ τῇ νήσῳ. κ Συρίας κατὰ Ἀπάμειαν. κα νῆσος πρὸς τῇ Λυκίᾳ. κβ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν. κγ Κρήτης, ἡ πάλαι Ἐλεύθερνα, Λίνου πατρίς. ἐκ ταύτης ὁ φυσικὸς Διογένης. κδ ἐν Αἰγύπτῳ. κε μεταξὺ Βαβυλῶνος καὶ Σούσων. Τρύφων ἐν τῷ περὶ παρωνύμων τὸ ἐθνικὸν εἶπεν Ἀπολλωνιεύς· ἀλλ᾽ οὐκ ἔστιν ἐκ τῆς πόλεως, ἀλλ᾽ ἐκ τοῦ Ἀπολλώνιον, ὡς Δουλίχιον Δουλιχιεύς.
Η μακεδονική πόλη Ἀπολλωνία και ομώνυμες πόλεις.