Στέφανος Βυζάντιος

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Εθνικά 112.18-113.18, λ. Ἄργος,

Χωρίο / Κείμενο: 

διασημοτάτη πόλις Πελοποννήσου, ἥ τις "Φορωνικὸν ἄστυ" ἐκέκλητο, καὶ Αἰγιάλεια, καὶ ἱππόβοτον διὰ τὸ Ποσειδῶνι νομὴν ἵππων ἀποδειχθῆναι, εἶτα Ἴασον ἀπὸ Ἰάσου τοῦ κατ᾽ ἐνίους πατρὸς Ἰοῦς, καὶ δίψιον διὰ τὴν δίψαν τῶν ὑδάτων. δευτέρα Ἄργος τὸ Ἀμφιλοχικόν. τρίτη Θεσσαλίας [ἡ νῦν Λάρισσα]· τετάρτη Κιλικίας ἡ νῦν Ἀργειόπολις. πέμπτη ἐν Νισύρῳ μιᾷ τῶν Κυκλάδων. ἕκτη κατὰ Τροιζῆνα. ἑβδόμη κατὰ Μακεδονίαν. ὀγδόη Ἄργος Ὀρέστιον ἡ ἐν Σκυθίᾳ. ἐνάτη Καρίας. δεκάτη τὸ Ἀργολικόν. ἑνδεκάτη ἡ Φαιάκων Ὑπέρεια. Ἄργος δὲ σχεδὸν πᾶν πεδίον κατὰ θάλασσαν. τὸ ἐθνικὸν πασῶν Ἀργεῖος, οὐ παρὰ τὸ Ἄργος οὐδέτερον (ἦν γὰρ διὰ τοῦ ι), ἀλλὰ παρὰ τὸν Ἄργον τὸν κτίστην· λέγεται γὰρ καὶ Ἀργόλας. Ἀριστοφάνης ῞Ηρωσιν οὐκ ἠγόρευον; οὗτός ἐστ᾽ οὐκ Ἀργόλας. μὰ Δί᾽ οὐδέ γ᾽ Ἕλλην, ὅσον ἔμοιγε φαίνεται. καὶ Εὐριπίδης ἐν Πλεισθένει "ἐγὼ δὲ Σαρδιανός, οὐκέτ᾽ Ἀργόλας". καὶ Ἀργολίς ἡ χώρα καὶ ἡ γυνή. καὶ Ἀργολικός καὶ Ἀργολική. καὶ Ἀργείωνες λέγονται ὡς Καδμείωνες, καὶ Ἀργειώνη, ὡς Ἀντίμαχος, καὶ Ἀργειώτης παρὰ τὸ Ἀργεῖος, καὶ Ἀργειῶτις τὸ θηλυκόν, καὶ ἀργολίζω ῥῆμα, οὗ τὴν μετοχὴν Ἔφορος ἐννεακαιδεκάτῃ. λέγονται καὶ πατρωνυμικῶς, ὡς πολλοὶ καὶ Ἡρόδωρος, ἐν μὲν τῷ νῦν χρόνῳ Ἡρακλεῖδαι, πρὸ δ᾽ Ἡρακλέους Περσεῖδαι, πρὸ Περσέως δὲ Λυγκεῖδαι καὶ Δαναΐδαι, πρὸ δὲ Δαναοῦ Ἀργειάδαι καὶ Φορωνεῖδαι, ἃς Ἅβρων ποιηταῖς ἀνατίθησιν.

Γραμματειακό είδος:

Σχόλια: 

Η πόλη Άργος της Μακεδονίας. Αναφορά σε ομώνυμες πόλεις και τη μορφολογία των εθνωνυμίων.

Θεματική περιοχή: