Εθνικά 227.6-10, λ. Δημητριάς
Δημητριάς, πόλις Θεσσαλίας, ἀπὸ Δημητρίου βασιλεύσαντος, [ὃς] καὶ τὰς ὑπὸ τὸ Πήλιον κειμένας πόλεις κατέσκαψε. κεῖται δὲ πρὸς τῷ Παγασιτικῷ κόλπῳ [ἐν μέσῳ Εὐβοίας καὶ τῆς Φωκίδος]. β Μακεδονίας. γ Περσίδος πρὸς Ἀρβήλῳ. τὸ ἐθνικὸν Δημητριεύς, ὡς τὸ Ἀφροδισιεύς Ὀρθωσιεύς.
Η μακεδονική πόλη Δημητριάδα και οι ομώνυμες της.