Στέφανος Βυζάντιος

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Εθνικά 243.3-245.11, λ. Δυρράχιον

Χωρίο / Κείμενο: 

Δυρράχιον, πόλις Ἰλλυρική, [καὶ] Ἐπίδαμνος κληθεῖσα ἀπὸ Ἐπιδάμνου. τούτου θυγάτηρ Μέλισσα, ἧς καὶ τοῦ Ποσειδῶνος ὁ Δυρράχιος· ἀφ᾽ ἧς ἔστιν ἐν Ἐπιδάμνῳ τόπος Μελισσώνιος, ἔνθα Ποσειδῶν αὐτῇ συνῆλθεν, ὡς Φίλων. [Στράβων δ᾽ ἐν η φησί] "μετὰ δὲ τὸν Ῥιζονικὸν Λίσσος ἐστὶ πόλις καὶ Ἀκρόλισσος καὶ Ἐπίδαμνος Κερκυραίων κτίσμα, ἡ νῦν Δυρράχιον ὁμωνύμως τῇ χερρονήσῳ λεγομένη ἐφ᾽ ἧς ἵδρυται". Δέξιππος δὲ ἐν χρονικῶν ι φησὶν οὕτως "καὶ Μακεδόνων τὴν [πρότερον] μὲν Ἐπίδαμνον, ἐσύστερον δὲ Δυρράχιον μετονομασθεῖσαν, πόλιν τῆς Μακεδονίας μεγάλην καὶεὐδαίμονα κατὰ κράτος αἱροῦσιν". Ἀλέξανδρος δὲ ἐν Εὐρώπῃ μετὰ τοῦ  Δυσράχιον αὐτὴν καλεῖ "Δυσραχίου τ᾽ Ἐπίδαμνος ἐπ᾽ ἀγχιάλου χθονὸς ἀκτῆς". ἔστι καὶ ἄλλη Λακωνικῆς μία τῶν ρ. λέγεται δὲ καὶ ἡ χώρα τῆς Ἰλλυρίας Δυρραχία. Εὐφορίων "ἄστεα Δυρραχίης τε καὶ ἔθνεα Ταυλαντίνων". καὶ δῆλον ὅτι Δυρράχιος τὸ τούτου ἀρσενικόν, ὡς τοῦ Ἀνακτόριον τὸ Ἀνακτόριος, Βυζάντιον Βυζάντιος, Θούριον Θούριος, Κούριον Κούριος. Ἐρατοσθένης γ γεωγραφουμένων "ἐχόμενοι δ᾽ οἰκοῦσι Ταυλάντιοι. πόλις δὲ Ἑλληνὶς Ἐπίδαμνος ἐπὶ χερρονήσου τῆς καλουμένης Δυρραχίου. ποταμοὶ δὲ Δρίλων καὶ Ἀῶος, περὶ οὓς οἱ Κάδμου καὶ Ἁρμονίας τάφοι δείκνυνται". ὅμως δὲ νῦν Δυρραχηνοί λέγονται. οὕτω γὰρ καὶ Βάλακρος ἐν Μακεδονικοῖς φησί "καὶ τούτων αἱ πόλεις Δυρ245ραχηνοῖς τε καὶ Ἀπολλωνιάταις ἐπιδιῄρηνται". καὶ Ἑρέννιος Φίλων ἐν τοῖς Ἰατρικοῖς Δυρραχηνὸν ἀναγράφει Φιλωνίδην οὕτως "Ἀσκληπιάδης ἀκουστὰς ἔσχε Τίτον Αὐφίδιον Σικελὸν καὶ Φιλωνίδην Δυρραχηνὸν καὶ Νίκωνα Ἀκραγαντῖνον". καὶ πάλιν "Φιλωνίδης δὲ ὁ Δυρραχηνὸς ἤκουσε μὲν Ἀσκληπιάδου, ἰατρεύσας δὲ ἐν τῇ πατρίδι ἐνδόξως συνετάξατο βιβλία μέ". λέγει δὲ Παυσανίας  περὶ τῆς ἀρχαίας καὶ τῆς νῦν πόλεως οὕτως "Ἐπιδάμνιοι μὲν χώραν ἥν περ καὶ ἐξ ἀρχῆς, πόλιν δὲ οὐ τὴν ἀρχαίαν ἐπὶ ἡμῶν ἔχουσιν, ἐκείνης δ᾽ ἀφεστηκυῖαν  ὀλίγον· ὄνομα δὲ τῇ πόλει [τῇ νῦν] Δυρράχιον ἀπὸ τοῦ οἰκιστοῦ".

Γραμματειακό είδος:

Χρονολόγηση: 
6ος αι. μ.Χ.
Σχόλια: 

Για την πόλη Δυρράχιον και τη σχετική μαρτυρία του Δεξίππου ως πόλεως της Μακεδονίας. Μαρτυρία για το έργω Μακεδονικά του Βαλάγρου.