Εθνικά 330.18-331.3, λ. Ἴλιον
Ἴλιον, πόλις Τρῳάδος, ἀπὸ Ἴλου, ἣν οἱ Τρῶες Ἄτην ἐκάλουν καὶ Ἄτης λόφον. δευτέρα ἐν τῇ Προποντίδι παρὰ Ῥυνδάκῳ ποταμῷ. τρίτη Μακεδονίας, Ἑλένου κτίσμα. τετάρτη Θεσσαλίας. πέμπτη Θρᾴκης κατὰ Βιζύην. τὸ ἐθνικὸν Ἰλιεύς "Ἰλιεὺς ὁ Ἀπόλλων ἐν Τροίᾳ", καὶ θηλυκὸν Ἰλιάς, καὶ Ἴλιος 331 καὶ Ἰλία. καὶ Ἰλιακός. οὐδετέρως δὲ παρὰ πᾶσι τὸ Ἴλιον, παρ᾽ Ὁμήρῳ δὲ θηλυκῶς. τὸ γὰρ "Ἴλιον αἰπύ" νοθεύει Ἀρίσταρχος.
Η μακεδονική πόλη Ίλιον (κτίσμα Έλενου) και ομώνυμες πόλεις.