Εθνικά 342.17-22, λ. Ἴχναι
Ἴχναι, πόλις Μακεδονίας. Ἡρόδοτος ἑβδόμῃ. Ἐρατοσθένης δὲ Ἄχνας αὐτήν φησι. Φιλητᾶς δ᾽ ἄλλην φησὶ διὰ τοῦ α. τὸ ἐθνικὸν Ἰχναῖος καὶ Ἰχναία ἡ Θέμις. διωκομένη γὰρ ὑπὸ τοῦ Διὸς κατελήφθη ἐν τοῖς τῶν Ἰχναίων τόποις, καὶ ἀπὸ τοῦ διωχθῆναι κατ᾽ ἴχνος ὠνομάσθη. ἔστι καὶ ἑτέρα τῆς ἀνατολικῆς πόλις.
Η μακεδονική πόλη Ίχναι και παραλλαγές του ονόματός της.