Εθνικά 494.25-495.6, λ. Ὀρέσται
Ὀρέσται, Μολοσσικὸν ἔθνος. Ἑκαταῖος Εὐρώπῃ. Θεαγένης ἐν Μακεδονικοῖς φησιν ὅτι, ἐπεὶ ἀφείθη τῆς μανίας Ὀρέστης, φεύγων διὰ τὴν αἰδῶ μετὰ τῆς Ἑρμιόνης εἰς ταύτην ἦλθε τὴν γῆν καὶ παῖδα ἔσχεν Ὀρέστην, οὗ ἄρξαντος ἐκλήθησαν Ὀρέσται· αὐτὸς δὲ ὑπὸ ἐχίδνης δηχθεὶς θνήσκει εἰς χωρίον τῆς Ἀρκαδίας, τὸ λεγόμενον Ὀρέστειον. λέγεται καὶ θηλυκὸν Ὀρεστίς καὶ Ὀρεστιάς, ὡσαύτως Θεαγένης [καὶ] Διονύσιος δευτέρῳ Γιγαντιάδος.
Για το εθνωνύμιο Ορέσται και τη μυθολογική του προέλευση. Μαρτυρία για το έργο Μακεδονικά του ιστορικού Θεαγένη (αβέβαιης χρονολογίας)