Εθνικά 675.7-14, λ. Φύσκος
Φύσκος, πόλις Λοκρίδος, ἀπὸ Φύσκου τοῦ Αἰτωλοῦ [τοῦ] Ἀμφικτύονος τοῦ Δευκαλίωνος. ἔστι καὶ ἑτέρα Φύσκος πόλις τῆς Καρίας. ἔστι καὶ λιμὴν Ῥόδου. λέγεται καὶ ἀρσενικῶς ὁ Φύσκος. "Φύσκος δέ, ἀφ᾽ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ..." Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. [λέγεται καὶ Φυσκεύς.] ἔστι καὶ ἄλλη Μακεδονίας, ἧς μέμνηται Θεαγένης ἐν Μακεδονικοῖς. καὶ τὸ ἔθνος Φύσκοι καὶ Λοκροί. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει.
Η πόλη Φύσκος της Μακεδονίας και ομώνυμες πόλεις. Μαρτυρία για το έργο Μακεδονικά του Θεαγένη (άγνωστης χρονολογίας)