Τα εις τον Τυανέα Απολλώνιον 1.35
εἰ δὲ καὶ ἀθλητῇ ξυνῆσθα τούτων τινί, ὦ Δάμι, οἳ παλαίειν τε καὶ παγκρατιάζειν ἀσκοῦσιν, ἆρα ἂν ἠξίους αὐτόν, εἰ μὲν Ὀλύμπια ἀγωνίζοιτο καὶ ἐς Ἀρκαδίαν ἴοι, γενναῖόν τε καὶ ἀγαθὸν εἶναι, καὶ νὴ Δί᾽, εἰ Πύθια ἄγοιτο ἢ Νέμεα, ἐπιμελεῖσθαι τοῦ σώματος, ἐπειδὴ φανεροὶ οἱ ἀγῶνες καὶ τὰ στάδια ἐν σπουδαίῳ τῆς Ἑλλάδος, εἰ δὲ θύοι Φίλιππος Ὀλύμπια πόλεις ᾑρηκὼς ἢ ὁ τούτου παῖς Ἀλέξανδρος ἐπὶ ταῖς ἑαυτοῦ νίκαις ἀγῶνα ἄγοι, χεῖρον ἤδη παρασκευάζειν τὸ σῶμα καὶ μὴ φιλονίκως ἔχειν, ἐπειδὴ ἐν Ὀλύνθῳ ἀγωνιεῖται ἢ Μακεδονίᾳ ἢ Αἰγύπτῳ, ἀλλὰ μὴ ἐν Ἕλλησι καὶ σταδίοις τοῖς ἐκεῖ;
Αντίθεση ανάμεσα στους αθλητικούς αγώνες που διεξάγονται στην Ελλάδα και σε αυτούς που διεξάγονται στη Μακεδονία.