Περὶ καθολικῆς προσωδίας 3.1.87.25-88.2 (Lentz)
Τὰ εἰς θις δισύλλαβα, εἰ μὴ μετάληψιν ἔχοι εἰς ἀρσενικὸν γένος, ὀξύνεται, πληθίς, Ἀτθίς, τηθίς ἡ πατρὸς ἀδελφή. Σκυθίς· οὕτω Δῆλον κεκλῆσθαι Νικάνωρ φησίν. Τευθίς πόλις Ἀρκαδίας. Παρθίς χώρα Μακεδονίας. σεσημείωται τὸ Δένθις καὶ κόρθις καὶ Κρᾶθις. 3,1.88 Λυκόφρων ( v. 1021 ) "Κρᾶθις δὲ γείτων ἠδὲ Μυλάκων ὄρος". καὶ Ὦφθις πόλις Λιβύης Αἰγύπτῳ περικειμένη.
Παρθίς
τοπωνύμιο, κατάληξη -θις