Περὶ καθολικῆς προσῳδίας 3.1.148.12-20 (Lentz)
Τὰ εἰς κος δισύλλαβα μετ᾽ ἐπιπλοκῆς συμφώνου τοῦ ἀπὸ συμφώνου ἀρχόμενα βαρύνεται, δίσκος, Φύσκος υἱὸς τοῦ Αἰτωλοῦ τοῦ Ἀμφικτύονος τοῦ Δευκαλίωνος. Ἑκαταῖος "ἐὼν δὲ πρεσβύτερος Λοκρὸς ἦν Φύσκου παῖς". "Φύσκος δὲ ἀφ᾽ οὗ οἱ Λέλεγες οἱ νῦν Λοκροί ...." καὶ τὸ ἔθνος ὁμοφώνως. Ῥιανὸς δὲ Φυσκέας αὐτοὺς καλεῖ. ἔστι καὶ ποταμὸς Φύσκος, καθά φησι Σοφαίνετος ἐν Κύρου ἀναβάσει. ἔστι καὶ Φύσκος πόλις Λοκρίδος καὶ ἑτέρα τῆς Καρίας. ἔστι δὲ λιμὴν Ῥόδου. ἔστι καὶ ἄλλη Μακεδονίας. μύσκος. Ζύσκος ποταμὸς Μακεδονίας, ὡς Ἀντιγενίδης φησί.
Φύσκος, Ζύσκος
Η μακεδονική πόλη Φύσκος και ομώνυμες πόλεις σε άλλες περιοχές. Ο ποταμός της Μακεδονίας Ζύσκος.