Περὶ καθολικῆς προσῳδίας 3.1.253.17, 254.3-8 (Lentz)
Τὰ εἰς λα θηλυκὰ βαρύνεται, ψύλλα· […] Φίλα πόλις Μακεδονίας, κτίσμα Δημητρίου τοῦ Ἀντιγόνου παιδός, τοῦ Γονατᾶ καλουμένου, ὃς ἀπὸ τῆς τούτου μητρὸς Φίλας ἐπὶ τοῦ Πηνειοῦ ἔκτισε πόλιν Φίλαν. ἔστι καὶ νῆσος ἐν Αἰγύπτῳ. Ἡρόδοτος τετάρτῃ ( c. 178 ) "ἐπὶ ποταμὸν τὸν μέγαν, ᾧ ὄνομα Τρίτων ἐστίν, ἐκδιδοῖ δὲ οὗτος ἐς λίμνην μεγάλην Τριτωνίδα. ἐν δὲ αὐτῇ νῆσος ἔνι τῇ οὔνομα Φίλα".
Φίλα
Η μακεδονκή πόλη Φίλα και πληροφορίες για την ίδρυσή της.