Περὶ καθολικῆς προσῳδίας 3.1.369.29-31, 370.11-14 (Lentz)
Τὰ διὰ τοῦ αιον μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς προπαροξύνεται, Ἀθήναιον τὸ τέμενος, Λιλύβαιον ἡ πρὸς δύσιν ἄκρα τῆς Σικελίας. Ἑκαταῖος Εὐρώπῃ. […] Τυμέναιον ὄρος περὶ Φρυγίαν. χωρὶς τοῦ Χαλαστραῖον νίτρον καὶ Ἠλακαταῖον ὄρος Θεσσαλίας καὶ Καναστραῖον ἄκρον Θρᾴκης καὶ Μακεδονίας, ὃ καὶ Κάναστρον λέγεται, καὶ Ἀραχναῖον ὄρος Ἄργους. Καλλίμαχος Αἰτίων α. καὶ Ἀμυκλαῖον πόλις
Καναστραῖον
Το ακρωτήριο Κάναστρο/Καναστραῖον της Μακεδονίας/Θράκης.