Περὶ καθολικῆς προσῳδίας 3.1.377.13-19 (Lentz)
Τὰ εἰς ον ὑπερδισύλλαβα μονογενῆ τῇ οι διφθόγγῳ παραληγόμενα ἢ τῇ ω ταύτην ἔχουσι τὴν διαίρεσιν· προπαροξύνεται μέν, ὅσα σύνθετά ἐστι, ὑπεσταλμένων τῶν ἀπὸ προθέσεως, Ἀκρόθοιον, ᾧ ἠκολούθησε καὶ τὸ Βάλοιον πόλις Μακεδονίας καὶ Μετάχοιον φρούριον Βοιωτίας μεταξὺ Ὀρχομενοῦ καὶ Κορωνείας. Ἔφορος τριακοστῷ. καὶ Σίντοιον φρούριον Ἀρμενίας κτίσμα Γαλατῶν. ἑκατόμβοιον, εἰκοσάβοιον, πεντηκοσάβοιον, ἐννεάβοιον.
Ἀκρόθοιον Βάλοιον
Η πόλη Βάλοιον της Μακεδονίας.