Περὶ καθολικῆς προσωδίας 3.1.95.28-35 (Lentz)
Τὰ εἰς ενις καὶ ονις ὑπὲρ δύο συλλαβὰς ὀξύνεται, εὐμενίς, εὐγενίς, Λυκαονίς, Ἀμαζονίς, Ἁθμονίς, Αὐσονίς ἡ ὕστερον Ἰταλία, Ἀντιγονίς φυλὴ τῆς Ἀττικῆς ἀπ᾽ Ἀντιγόνου, Ἰαονίς, Βιστονίς, ἐκτέταται δὲ καὶ λέγεται Βιστωνίς διὰ τοῦ ω ποιητικῶς. Ἑρμιονίς, Λαιστρυγονίς, Μακεδονίς, Στρυμονίς, Φαρκηδονίς, Χαλκηδονίς. Στράβων δωδεκάτῃ ( p. 541 ) "καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου Θρᾳκικά, τὰ δ᾽ ἐν δεξιᾷ Χαλκηδονίς". Μῃονίς· οὕτως ἐκαλεῖτο ἡ Κύπρος. Χαονίς.
Μακεδονίς
Το εθνικό Μακεδονίς μαζί με ανάλογα ονόματα.