Περὶ καθολικῆς προσῳδίας 3.1.102.3-5, 9-12 (Lentz)
Τὰ εἰς σις ἀπὸ μέλλοντος γινόμενα ἢ ἀπὸ δευτέρου προσώπου τοῦ παθητικοῦ παρακειμένου βαρύνονται, ποιήσω ποίησις, λύσω λύσις, κέκρισαι κρίσις, στάσις. […] Τὰ μέντοι παρώνυμα χαίρουσι τῇ ὀξείᾳ, Χρύσης Χρυσίς, νῆσος νησίς. Κροῦσις ὁ Μυγδόνος υἱός, Κρουσίς μοῖρα τῆς Μυγδονίας. Στράβων ἑβδόμῃ. Βροῦσος Ἠμαθίου παῖς Βρουσίς μοῖρα Μακεδονίας. τινὲς γράφουσι διὰ τοῦ υ.
Κρουσίς, Μυγδονία, Βρουσίς
Οι περιοχές (μοίρες) Κρουσίς και Βρουσίς της Μακεδονίας.