Περί καθολικής προσῳδίας 3.1.164.20-22, 165.5-10 (Lentz)
Τὰ διὰ τοῦ ωλος μονογενῆ ὑπὲρ δύο συλλαβὰς προπαροξύνεται, εἰ μὴ ἔχοι πρὸ τοῦ ω δύο σύμφωνα κατ᾽ ἐπιπλοκήν, ὧν τὸ δεύτερόν ἐστι τ οἷον Κίμωλος ἥρως καὶ νῆσος, […] Καστωλὸς δὲ—ἦν δὲ πόλις ἐν Λυδίᾳ—ἐκλήθη δὲ ὅτι Καστωλοὺς τοὺς Δωριεῖς οἱ Λυδοί φασιν—ὀξύνεται ἔχον δύο σύμφωνα, ὧν τὸ ἓν τ ἐστίν, ὡς καὶ τὸ Πακτωλός. τὸ μέντοι Σπάρτωλος βαρύνεται. ἔστι δὲ πόλις Μακεδονίας, ὡς Θουκυδίδης ἐν δευτέρᾳ ( c. 79 ). τὰ γὰρ δύο σύμφωνα οὐκ εἰσὶν ἐν συλλήψει, ἀλλ᾽ ἐν διαστάσει.
Σπάρτωλος
Η μακεδονική πόλη Σπάρτωλος.