Περὶ καθολικῆς προσῳδίας 3.1.185.19, 185.28-186.6 (Lentz)
Τὰ εἰς ωνος ἁπλᾶ ὑπερδισύλλαβα ὀξύνεται, κοινωνός, οἰωνός, […] τὰ δὲ σύνθετα προπαροξύνεται, τετράγωνος, εὔφωνος, εὔωνος. τὸ δὲ Κόρωνος κύριον, τὸ δὲ κορωνός ἐπίθετον. βαρύνονται δὲ καὶ Γίγωνος πόλις Θρᾴκης 3,1.186 προσεχὴς τῇ Παλλήνῃ, Ἴτωνος ἥρως καὶ πόλις Θεσσαλίας ἣ καὶ Ἴτων, Ἄλπωνος πόλις καὶ ὄρος ἐν Μακεδονίᾳ, ὡς Εὐφορίων, τινὲς δὲ Θετταλίας αὐτήν φασιν. ἔστι καὶ ἄλλη Λοκρῶν Ἐπιζεφυρίων ὡς Ἑλλάνικος ἐν πρώτῃ Δευκαλιωνείας. Τρίτωνος πολίχνιον Μακεδονίας, Τρικόλωνος παῖς Λυκάονος καὶ ἀπ᾽ αὐτοῦ πόλις Ἀρκαδίας.
Ἄλπωνος, Τρίτωνος
Τα τοπωνύμια Ἄλπωνος (πόλη και όρος) και Τρίτωνος (πολίχνιον) της Μακεδονίας.