Αίλιος Ηρωδιανός

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Περὶ καθολικῆς προσῳδίας 3.1.193.4-11 (Lentz)

Χωρίο / Κείμενο: 

Τὰ εἰς ρος δισύλλαβα τῇ αυ διφθόγγῳ παραληγόμενα ἐπὶ ἐμψύχων τιθέμενα βαρύνεται, φλαῦρος, σαῦρος, καῦρος ὁ κακός. ταῦρος καὶ Ταῦρος ἔθνος περὶ τὰ Ἄλπεια ὄρη, οἳ καὶ Ταυρίσκοι καὶ Ταυρῖνοι. ἔστι καὶ ὄρος διὰ μέσης Ἀσίας διῆκον, διότι ταύρους οἱ παλαιοὶ πάντα τὰ μεγάλα καὶ βίαια ἐπωνόμαζον. ἢ προτομῇ ταύρου τὰ πρὸς τῇ θαλάσσῃ ἀπείκασαν. Μαῦρος ἔθνος μέγα Λιβύης, ὃ καὶ Μαυρούσιοι. Ξαῦρος ὄνομα κύριον καὶ ἀπ᾽ αὐτοῦ Ξαῦρος πόλις Μακεδονίας. σημείωσαι τὸ σταυρός ἄψυχον. καὶ τὸ μαυρός ἀπὸ τοῦ ἀμαυρός γέγονεν.

Γραμματειακό είδος:

Χρονολόγηση: 
2ος αι. μ.Χ.
Λέξη: 

Ξαῦρος

Σχόλια: 

Η πόλη Ξαῦρος της Μακεδονίας.