Περὶ καθολικῆς προσῳδίας 3.1.200.16-30 (Lentz)
Τὰ διὰ τοῦ ωρος ὑπερδισύλλαβα κύρια προπαροξύνεται, Θεόδωρος, Ἄψωρος πόλις Ἰλλυρίας, Ἰσόδωρος. Ἄλωρος πόλις Μακεδονίας. ἔστι δὲ καὶ τὸ μυχαίτατον τοῦ Θερμαίου κόλπου. Ἄζωρος πόλις Πελαγονίας τῆς λεγομένης Τριπολίτιδος, ὡς Στράβων ( 7 p. 327 ), ὑπό τινος ἐκτισμένη Ἀζώρου. λέγεται καὶ πληθυντικῶς "ἐν Ἀζώροις". Ῥιανὸς Ἀζώρειαν αὐτήν φησιν. Ἀννίχωρος ἔθνος πλησίον Περσῶν. λέγεται καὶ Ἀννίχωρ. Ἄωρος πόλις Κρήτης ἀπὸ Ἀώρας νύμφης. ἐκαλεῖτο καὶ Σάωρος. Γάζωρος πόλις Μακεδονίας. Ἔλωρος ποταμὸς ὁ κατὰ Πάχυνον, ὃς λέγεται τιθασοὺς ἰχθῦς ἔχειν ἀπὸ χειρὸς ἐσθίοντας, ὡς Ἀπολλόδωρος ἐν χρονικῶν πρώτῃ. καὶ ἀπ᾽ αὐτοῦ Ἔλωρος πόλις Σικελίας. ἔστι καὶ Μακεδονίας ἄλλη. Θέστωρος πόλις Θρᾴκης. Θεόπομπος εἰκοστῇ δευτέρᾳ. Κασσάνωρος πόλις Αἰγυπτία, ἧς μέμνηται Ἐφορος κ. Κύτωρος ἢ Κύδωρος πόλις Παφλαγονίας ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός. Μίλκωρος Χαλκιδικὴ πόλις ἐν Θρᾴκῃ. Θεόπομπος κε Φιλιππικῶν. Πίλωρος πόλις περὶ τὸν Ἄθων.
Ἄλωρος , Ἄζωρος, Θερμαῖος κόλπος, Πελαγονία, Γάζωρος, Ἔλωρος, Μίλκωρος
Χωρίο με πολλές αναφορές σε τοπωνύμια.