Περὶ καθολικῆς προσῳδίας 3.1.294.32, 295.18-31 (Lentz)
Τὰ διὰ τοῦ νια μακρὸν ἔχοντα τὸ α βαρύνεται, κονία, πενία, […] Ἀπολλωνία. α πόλις Ἰλλυρίας, ἣν ᾤκουν Ἰλλυριοί, κατ᾽ Ἐπίδαμνον. β ἐν νήσῳ πρὸς τῇ Σαλμυδησσῷ, ἀποικία Μιλησίων καὶ Ῥοδίων. γ Μακεδονίας. δ πόλις Λιβύης. ε ἐν νήσῳ τῆς Ἀκαρνανίας, μία τῶν Ἐχινάδων. ἐν Κρήτῃ πρὸς τῇ Κνωσσῷ. ζ πλησίον Ἀλοντίνων καὶ Καλῆς ἀκτῆς. η Μυσίας. θ πόλις Μυσίας ἐπὶ Ῥυνδάκῳ ποταμῷ. ι κατὰ Θυάτειρα καὶ Ἔφεσον. ια Φωκίδος, ἣν Ὅμηρος Κυπάρισσόν φησι διὰ τὸ πολλὰς ἔχειν κυπαρίσσους, ὡς Δίδυμος. ιβ περὶ τὴν κοίλην Συρίαν. ιγ κατὰ Ἰόπην. ιδ τῆς Μεσοποταμίας. ιε Λιβύης, ἣ Κυρήνη ἐκαλεῖτο. ι Λυδίας. ιζ Πισιδίας ἡ πρότερον Μορδιάειον. ιη Φρυγίας, ἡ πάλαι Μάργιον. ιθ ἐν Σίφνῳ τῇ νήσῳ. κ Συρίας κατ᾽ Ἀπάμειαν. κα νῆσος πρὸς τῇ Λυκίᾳ. κβ τῶν ἐπὶ Θρᾴκης Ἰώνων, ἣν Δημοσθένης φησίν ( Philipp. 3 p. 117 ). κγ Κρήτης ἡ πάλαι Ἐλεύθερνα Λίνου πατρίς. κδ ἐν Αἰγύπτῳ. κε μεταξὺ Βαβυλῶνος καὶ Σούσων.
Ἀπολλωνία
Η πόλη Ἀπολλωνία της Μακεδονίας και ομώνυμες πόλεις άλλων περιοχών.