Περὶ καθολικῆς προσῳδίας 3.1.294.32, 296.21-29 (Lentz)
Τὰ διὰ τοῦ νια μακρὸν ἔχοντα τὸ α βαρύνεται, κονία, πενία, […] Μακεδονία ἡ χώρα ἀπὸ Μακεδόνος τοῦ Διὸς καὶ Θυίας τῆς Δευκαλίωνος ὥς φησιν Ἡσίοδος ὁ ποιητής ἡ δ᾽ ὑποκυσαμένη Διῒ γείνατο τερπικεραύνῳ υἷε δύω, Μάγνητα Μακεδόνα θ᾽ ἱππιοχάρμην, οἳ περὶ Πιερίην καὶ Ὄλυμπον δώματ᾽ ἔναιον. ἄλλοι δ᾽ ἀπὸ Μακεδόνος τοῦ Αἰόλου, ὡς Ἑλλάνικος ἱερειῶν τρίτῃ τῶν ἐν Ἄργει "καὶ Μακεδόνος τοῦ Αἰόλου οὕτω νῦν Μακεδόνες καλοῦνται, μόνοι μετὰ Μυσῶν τότε οἰκοῦντες".
Μακεδονία, Μακεδών, Μάγνης
τοπωνύμιο, κατάληξη -ια (<ανθρωπωνύμιο)