Συριακά 297-298
τὰς δὲ ἄλλας ἐκ τῆς Ἑλλάδος ἢ Μακεδονίας ὠνόμαζεν ἢ ἐπὶ ἔργοις ἑαυτοῦ τισιν ἢ ἐς τιμὴν Ἀλεξάνδρου τοῦ βασιλέως· ὅθεν ἐστὶν ἐν τῇ Συρίᾳ καὶ τοῖς ὑπὲρ αὐτὴν ἄνω βαρβάροις πολλὰ μὲν Ἑλληνικῶν, πολλὰ δὲ Μακεδονικῶν πολισμάτων ὀνόματα, Βέρροια, Ἔδεσσα, Πέρινθος, Μαρώνεια, Καλλίπολις, Ἀχαΐα, Πέλλα, Ὠρωπός, Ἀμφίπολις, Ἀρέθουσα, Ἀστακός, Τεγέα, Χαλκίς, Λάρισσα, ῞Ηραια, Ἀπολλωνία, ἐν δὲ τῇ Παρθυηνῇ Σώτειρα, Καλλιόπη, Χάρις, Ἑκατόμπυλος, Ἀχαΐα, ἐν δὲ Ἰνδοῖς Ἀλεξανδρόπολις, ἐν δὲ Σκύθαις Ἀλεξανδρέσχατα.
βάρβαρος
Μακεδονικά και ελληνικά ονόματα δίνονται σε πόλεις της Ανατολής από τον Σέλευκο.