Δημοσθένης

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Ολυνθιακός Β΄ (2) 15-18

Χωρίο / Κείμενο: 

καὶ γὰρ οὗτος ἅπασι τούτοις, οἷς ἄν τις μέγαν αὐτὸν ἡγήσαιτο, τοῖς πολέμοις καὶ ταῖς στρατείαις, ἔτ᾽ ἐπισφαλεστέραν ἢ ὑπῆρχε φύσει κατεσκεύακεν αὑτῷ. μὴ γὰρ οἴεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς αὐτοῖς Φίλιππόν τε χαίρειν καὶ τοὺς ἀρχομένους, ἀλλ᾽ ὁ μὲν δόξης ἐπιθυμεῖ καὶ τοῦτ᾽ ἐζήλωκε, καὶ προῄρηται πράττων καὶ κινδυνεύων, ἂν συμβῇ τι, παθεῖν, τὴν τοῦ διαπράξασθαι ταῦθ᾽ ἃ μηδεὶς πώποτ᾽ ἄλλος Μακεδόνων βασιλεὺς δόξαν 16 ἀντὶ τοῦ ζῆν ἀσφαλῶς ᾑρημένος· τοῖς δὲ τῆς μὲν φιλοτιμίας τῆς ἀπὸ τούτων οὐ μέτεστι, κοπτόμενοι δ᾽ ἀεὶ ταῖς στρατείαις ταύταις ταῖς ἄνω κάτω λυποῦνται καὶ συνεχῶς ταλαιπωροῦσιν, οὔτ᾽ ἐπὶ τοῖς ἔργοις οὔτ᾽ ἐπὶ τοῖς αὑτῶν ἰδίοις ἐώμενοι διατρίβειν, οὔθ᾽ ὅσ᾽ ἂν ποιήσωσιν οὕτως ὅπως ἂν δύνωνται, ταῦτ᾽ ἔχοντες διαθέσθαι κεκλειμένων τῶν 17  ἐμπορίων τῶν ἐν τῇ χώρᾳ διὰ τὸν πόλεμον. οἱ μὲν οὖν πολλοὶ Μακεδόνων πῶς ἔχουσι Φιλίππῳ, ἐκ τούτων ἄν τις σκέψαιτ᾽ οὐ χαλεπῶς· οἱ δὲ δὴ περὶ αὐτὸν ὄντες ξένοι καὶ πεζέταιροι δόξαν μὲν ἔχουσιν ὡς εἰσὶ θαυμαστοὶ καὶ συγκεκροτημένοι τὰ τοῦ πολέμου, ὡς δ᾽ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε 18 ψεύδεσθαι, οὐδένων εἰσὶν βελτίους. εἰ μὲν γάρ τις ἀνήρ ἐστιν ἐν αὐτοῖς οἷος ἔμπειρος πολέμου καὶ ἀγώνων, τούτους μὲν φιλοτιμίᾳ πάντας ἀπωθεῖν αὐτὸν ἔφη, βουλόμενον πάνθ᾽ αὑτοῦ δοκεῖν εἶναι τἄργα (πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ   τὴν φιλοτιμίαν ἀνυπέρβλητον εἶναι)· εἰ δέ τις σώφρων ἢ δίκαιος ἄλλως, τὴν καθ᾽ ἡμέραν ἀκρασίαν τοῦ βίου καὶ μέθην καὶ κορδακισμοὺς οὐ δυνάμενος φέρειν, παρεῶσθαι καὶ ἐν 19 οὐδενὸς εἶναι μέρει τὸν τοιοῦτον.

Γραμματειακό είδος:

Χρονολόγηση: 
4ος αι. π.Χ.

Διάλεκτος κειμένου / αναφοράς:

Σχόλια: 

Σε σχέση με τους πολιτικούς θεσμούς της Μακεδονίας. Υποτιμητική αναφορά στο βασιλικό καθεστώς και στον απολυταρχικό τρόπο άσκησης της εξουσίας από τον Φίλιππο. Σαφής για τον Δημοσθένη η αντιπαράθεση με τη δημοκρατία και ελευθερία που απολάμβαναν οι νότιοι Έλληνες (ή μέρος τουλάχιστον αυτών). α. Οι Μακεδόνες ως εθνικό όνομα, υπήκοοι του Φιλίππου ή του Αλεξάνδρου, β. πεζέταιροι: τεχνικός όρος του μακεδονικού στρατού, όπως οργανώθηκε από τον Αλέξανδρο Α (ή τον Β). γ. Χρήση του τίτλου βασιλεύς: πολίτευμα Μακεδονίας