Περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν (17) 17
οὐκοῦν εἰ δεῖ πείθεσθαι ταῖς κοιναῖς ὁμολογίαις, καθάπερ οὗτοί φασιν, ἔκσπονδοι ἡμῖν εἰσιν αὗται αἱ πόλεις αἱ ταῦτα διαπεπραγμέναι. εἰ μὲν οὖν δεῖ ἐπικρύπτεσθαι τἀληθῆ, οὐδὲν δεῖ λέγειν ὅτι εἰσὶν αἱ Μακεδονικαί· εἰ δ᾽ οὐκ ἀνιᾶσιν οἱ καθ᾽ ὑμῶν τῷ Μακεδόνι ὑπηρέται προστάττοντες πράττειν τὰ ἐν ταῖς κοιναῖς ὁμολογίαις, πεισθῶμεν αὐτοῖς, ἐπειδὴ τὰ δίκαια λέγουσι, καί, καθάπερ κελεύει ὁ ὅρκος, ἐκσπόνδους αὐτοὺς ποιήσαντες βουλευσώμεθα πῶς δεῖ χρῆσθαι τοῖς δεσποτικῶς καὶ ἀσελγῶς διακειμένοις καὶ διὰ τέλους τὰ μὲν ἐπιβουλεύουσι, τὰ δ᾽ ἐπιτάττουσι, καὶ καταγελῶσι τῆς κοινῆς εἰρήνης.
α. Αναφορά στον Μ. Αλέξανδρο μόνο μετωνυμικά με το εθνικό Μακεδών, β. Χρήση του επιθέτου μακεδονικός ως προσδιοριστικό του πόλεις (πρβ. 2.14, 11.8).