Περὶ τῶν πρὸς Ἀλέξανδρον συνθηκῶν (17) 26
Τὸ μὲν οὖν περὶ τὰ πλοῖα πρὸς τοῖς ἄλλοις τοῖς προειρημένοις ὁ Μακεδὼν τηλικοῦτον παρέβη· τὸ δὲ ὑβριστικώτατον καὶ ὑπεροπτικώτατον τῶν Μακεδόνων τὸ πρώην γεγενημένον ἐστί, τὸ τολμῆσαι εἰσπλεῦσαι εἰς τὸν Πειραιᾶ παρὰ τὰς κοινὰς ἡμῖν πρὸς αὐτοὺς ὁμολογίας. καὶ τοῦτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, οὐχ ὅτι μία τριήρης ἦν, μικρὸν ὑποληπτέον, ἀλλ᾽ ὅτι ἀπόπειρα ἐγένετο, εἰ περιοψόμεθα, ἵνα μετὰ πλειόνων αὐτοῖς ἐγγένηται τοῦτο πράττειν, καὶ ὅτι οὐκ ἐφρόντισαν τῶν 27 κοινῶν δογμάτων, καθάπερ οὐδὲ τῶν προειρημένων.
α. Αναφορά στον Μ. Αλέξανδρο μόνο μετωνυμικά με το εθνικό Μακεδών, β. Χρήση του όρου Μακεδόνες ως εθνικού για τους υπηκόους του Μ. Αλεξάνδρου