Περί της παραπρεσβείας (19) 196
ἐξετάσωμεν δὴ πρὸς τὸ τοῦ Σατύρου τοῦτο συμπόσιον τὸ τούτων ἐν Μακεδονίᾳ γενόμενον, καὶ θεάσασθ᾽ ὡς παραπλήσιον τούτῳ καὶ ὅμοιον. κληθέντες γὰρ οὗτοι πρὸς Ξενόφρονα τὸν υἱὸν τὸν Φαιδίμου, τοῦ τῶν τριάκοντα, ᾤχοντο· ἐγὼ δ᾽ οὐκ ἐπορεύθην. ἐπειδὴ δ᾽ ἧκον εἰς τὸ πίνειν, εἰσάγει τιν᾽ Ὀλυνθίαν γυναῖκα, εὐπρεπῆ μέν, ἐλευθέραν δὲ καὶ σώφρονα, ὡς τὸ ἔργον ἐδήλωσεν.
Η Μακεδονία ως γεωγραφικός όρος, σχετικά με μετακινήσεις από και πρός αυτήν.