Περί της παραπρεσβείας (19) 307
ταῦτα μὲν τοίνυν τότε καὶ μάλ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, καλὰ καὶ τῆς πόλεως ἄξι᾽ ἐδημηγόρει. ἐπειδὴ δ᾽ ἀφίκετ᾽ εἰς Μακεδονίαν καὶ τὸν ἐχθρὸν εἶδε τὸν αὑτοῦ καὶ τῶν Ἑλλήνων, [τὸν Φίλιππον,] ἆρά γ᾽ ὅμοι᾽ ἢ παραπλήσια τούτοις; πολλοῦ γε καὶ δεῖ, ἀλλὰ μήτε τῶν προγόνων μεμνῆσθαι μήτε τρόπαια λέγειν μήτε βοηθεῖν μηδενί, τῶν τε κελευόντων μετὰ τῶν Ἑλλήνων περὶ τῆς πρὸς Φίλιππον εἰρήνης βουλεύεσθαι θαυμάζειν, εἰ περὶ τῶν ὑμετέρων ἰδίων ἄλλον τινὰ δεῖ 308 πεισθῆναι·
Η Μακεδονία ως γεωγραφικός όρος, σχετικά με μετακινήσεις από και πρός αυτήν.