Προς Τιμόθεον [49] 60.5
οὗτος γὰρ ἐν μὲν τῷ θαργηλιῶνι μηνὶ ἐπ᾽ Ἀστείου ἄρχοντος, μέλλων ἀνάγεσθαι ὡς βασιλέα, συνέστησεν τὸν Φιλώνδαν τῷ πατρὶ τῷ ἐμῷ· τοῦ δὲ ὑστέρου ἐνιαυτοῦ, ἐπὶ Ἀλκισθένους ἄρχοντος, ἀφικνεῖται ὁ Φιλώνδας ἄγων τὰ ξύλα ἐκ τῆς Μακεδονίας, καὶ ἔλαβεν τὸ ναῦλον τῶν ξύλων παρὰ τοῦ πατρὸς τοῦ ἐμοῦ, ἀποδημοῦντος τούτου παρὰ βασιλεῖ. ἐγράψαντο οὖν, ὅτε ἐδίδοσαν τὸ ἀργύριον, ὀφείλοντα τοῦτον, οὐχ ὅτε συνέστησε τὸν Φιλώνδαν τῷ 61 πατρὶ τῷ ἐμῷ ἐπιδημῶν.
Εμπορικές σχέσεις Μακεδόνων-νότιων Ελλήνων: προμήθεια μακεδονικής ξυλείας για (δημόσιες και ιδιωτικές) κατασκευές