ΕΑΜ 47, πίν. 15
Ἁδίστας Μενέδημος ἔην πόσις· ἤροσε δ’ αὐτὰν │ Βούτιχος· Αἰανὴ κρύψε καταφθιμ̣έ̣ν̣αν· │ τίκτ̣ε δ’ ἐνὶ κλ[άρ]οις Κε̣ρκείνιον· ἐγ δὲ Φιλίππου │ υἱοῦ τῶν ὁσίων ἀντ̣ία̣σε̣ν κτερέων. 5 τοίγαρ Κρ̣ηταιεῖ Ῥα̣δαμάνθυι τοῦ̣το παρ’ Ἀΐδᾳ │ εἶπεν, ὅτ’ ὠδε̣ί̣νων παιδὸς ἔχει χάρ̣ιτας.