Ηρόδοτος

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

7.128.6-7

Χωρίο / Κείμενο: 

Ξέρξης δὲ ὁρέων ἐκ τῆς Θέρμης ὄρεα τὰ Θεσσαλικά, τόν τε Ὄλυμπον καὶ τὴν Ὄσσαν, μεγάθεϊ [τε] ὑπερμήκεα ἐόντα, διὰ μέσου τε αὐτῶν αὐλῶνα στεινὸν πυνθανόμενος εἶναι, δι᾽ οὗ ῥέει ὁ Πηνειός, ἀκούων τε ταύτῃ εἶναι ὁδὸν ἐς Θεσσαλίην φέρουσαν, ἐπεθύμησε πλώσας θεήσασθαι τὴν ἐκβολὴν τοῦ Πηνειοῦ, ὅτι τὴν ἄνω ὁδὸν ἔμελλε ἐλᾶν διὰ Μακεδόνων τῶν κατύπερθε οἰκημένων ἐς Περραιβοὺς παρὰ Γόννον πόλιν• ταύτῃ γὰρ ἀσφαλέστατον ἐπυνθάνετο εἶναι.

Γραμματειακό είδος:

Χρονολόγηση: 
5ος αι. π.Χ.
Σχόλια: 

Η πορεία του Ξέρξη προς τη νότια Ελλάδα

Θεματική περιοχή: