9.44.6-7, 45.7-9, 22
Ὡς δὲ πρόσω τῆς νυκτὸς προελήλατο καὶ ἡσυχίη τε ἐδόκεε εἶναι ἀνὰ τὰ στρατόπεδα καὶ μάλιστα οἱ ἄνθρωποι εἶναι ἐν ὕπνῳ, τηνικαῦτα προσελάσας ἵππῳ πρὸς τὰς φυλακὰς τὰς Ἀθηναίων Ἀλέξανδρος ὁ Ἀμύντεω, στρατηγός τε ἐὼν καὶ βασιλεὺς Μακεδόνων, ἐδίζητο τοῖσι στρατηγοῖσι ἐς λόγους ἐλθεῖν. Τῶν δὲ φυλάκων οἱ μὲν πλέονες παρέμενον, οἱ δ᾽ ἔθεον ἐπὶ τοὺς στρατηγούς, ἐλθόντες δὲ ἔλεγον ὡς ἄνθρωπος ἥκοι ἐπ᾽ ἵππου ἐκ τοῦ στρατοπέδου τοῦ Μήδων, ὃς ἄλλο μὲν οὐδὲν παραγυμνοῖ ἔπος, στρατηγοὺς δὲ ὀνομάζων ἐθέλειν φησὶ ἐς λόγους ἐλθεῖν. Οἱ δὲ ἐπεὶ ταῦτα ἤκουσαν, αὐτίκα εἵποντο ἐς τὰς φυλακάς. Ἀπικομένοισι δὲ ἔλεγε Ἀλέξανδρος τάδε• "Ἄνδρες Ἀθηναῖοι, παραθήκην ὑμῖν τὰ ἔπεα τάδε τίθεμαι, ἀπόρρητα ποιεύμενος πρὸς μηδένα λέγειν ὑμέας ἄλλον ἢ Παυσανίην, μή με καὶ διαφθείρητε• οὐ γὰρ ἂν ἔλεγον, εἰ μὴ μεγάλως ἐκηδόμην συναπάσης τῆς Ἑλλάδος• αὐτός τε γὰρ Ἕλλην γένος εἰμὶ τὠρχαῖον, καὶ ἀντ᾽ ἐλευθέρης δεδουλωμένην οὐκ ἂν ἐθέλοιμι ὁρᾶν τὴν Ἑλλάδα. Λέγω δὲ ὦν ὅτι Μαρδονίῳ τε καὶ τῇ στρατιῇ τὰ σφάγια οὐ δύναται καταθύμια γενέσθαι• πάλαι γὰρ ἂν ἐμάχεσθε• νῦν δέ οἱ δέδοκται τὰ μὲν σφάγια ἐᾶν χαίρειν, ἅμα ἡμέρῃ δὲ διαφωσκούσῃ συμβολὴν ποιέεσθαι• καταρρώδηκε γὰρ μὴ πλέονες συλλεχθῆτε, ὡς ἐγὼ εἰκάζω. Πρὸς ταῦτα ἑτοιμάζεσθε• ἢν δὲ ἄρα ὑπερβάληται τὴν συμβολὴν Μαρδόνιος καὶ μὴ ποιῆται, λιπαρέετε μένοντες• ὀλιγέων γάρ σφι ἡμερέων λείπεται σιτία. ῍Ην δὲ ὑμῖν ὁ πόλεμος ὅδε κατὰ νόον τελευτήσῃ, μνησθῆναί τινα χρὴ καὶ ἐμέο ἐλευθερώσιος πέρι, ὃς Ἑλλήνων εἵνεκα ἔργον οὕτω παράβολον ἔργασμαι ὑπὸ προθυμίης, ἐθέλων ὑμῖν δηλῶσαι τὴν διάνοιαν τὴν Μαρδονίου, ἵνα μὴ ἐπιπέσωσι ὑμῖν [ἐξαίφνης] οἱ βάρβαροι μὴ προσδεκομένοισί κω. Εἰμὶ δὲ Ἀλέξανδρος ὁ Μακεδών."
Κινήσεις αντιπάλων πριν από τη μάχη των Πλαταιών. Ο Αλέξανδρος επισκέπτεται τη νύχτα το στρατόπεδο των Αθηναίων και τους ενημερώνει για την επικείμενη επίθεση του Μαρδονίου. Παρά το γεγονός ότι αρκετά στοιχεία της εξιστόρησης του Ηροδότου δημιουργούν απορίες στους μελετητές –π.χ. η διάψευση της προειδοποίησης για την επίθεση των Περσών την επόμενη ημέρα– εκείνο που δεν αμφισβητείται είναι τα φιλλεληνικά αισθήματα του Αλεξάνδρου και οι ιδιαίτερες σχέσεις του με την Αθήνα, καθώς και η θετική εικόνα του μακεδόνα βασιλιά στην ελληνική κοινή γνώμη εξαιτίας της συμβολής του στον εθνικό αγώνα εναντίον των Περσών (βλ. How–Wells, ΙΙ, σελ. 307, σχόλιο 1 στο κεφάλαιο 44 και Ξυδόπουλος 2006, σ. 58-60).