Πολύβιος

Κατηγορία πηγής: 
Γραμματεία
Παραπομπή: 

Ιστορίαι 9.35.2-4

Χωρίο / Κείμενο: 

ἀλλ᾽ εἰ διὰ μίαν ταύτην χρείαν Αἰτωλοῖς χάρις ὀφείλεται, τίνος καὶ πηλίκης δεῖ τιμῆς ἀξιοῦσθαι Μακεδόνας, οἳ τὸν πλείω τοῦ βίου χρόνον οὐ παύονται διαγωνιζόμενοι πρὸς τοὺς βαρβάρους ὑπὲρ τῆς τῶν Ἑλλήνων ἀσφαλείας; ὅτι γὰρ αἰεί ποτ᾽ ἂν ἐν μεγάλοις ἦν κινδύνοις τὰ κατὰ τοὺς Ἕλληνας, εἰ μὴ Μακεδόνας εἴχομεν πρόφραγμα καὶ τὰς (τῶν) παρὰ τούτοις βασιλέων φιλοτιμίας, τίς οὐ γινώσκει; μέγιστον δὲ τούτου σημεῖον· ἅμα γὰρ τῷ Γαλάτας καταφρονῆσαι Μακεδόνων νικήσαντας Πτολεμαῖον τὸν Κεραυνὸν ἐπικαλούμενον, εὐθέως καταγνόντες τῶν ἄλλων ἧκον οἱ περὶ Βρέννον εἰς μέσην τὴν Ἑλλάδα μετὰ δυνάμεως. ὃ πολλάκις ἂν συνέβαινε γίνεσθαι μὴ προκαθημένων Μακεδόνων.

Γραμματειακό είδος:

Χρονολόγηση: 
2ος αι. π.Χ.
Σχόλια: 

Οι Μακεδόνες στάθηκαν το προπύργιο υπεράσπισης των Ελλήνων έναντι των βαρβαρικών επιδρομών.

Θεματική περιοχή: