Εθνικά 538.19-539.3, λ. Πύθιον
Πύθιον, τὸ πάλαι μεσαίτατον τῆς ἐν Κρήτῃ Γόρτυνος. οἱ κατοικοῦντες Πυθιεῖς καὶ οἱ τὸ Πύθιον οἰκοῦντες. ἐν ᾧ Ἀπόλλωνος ἱερόν ἐστι. καὶ Μακεδονίας Πύθιον, ἐν ᾧ καὶ 539 τὰ Πύθια ἐπιτελεῖται. Πύθιος οὖν τὸ ἐθνικόν. ἔστι καὶ Πύθιον πλησίον τοῦ Ἀστακηνοῦ κόλπου. οἱ κατοικοῦντες Πυθιανοί καλοῦνται καὶ Πυθιανὰ ποτήρια.
Η μακεδονική πόλη Πύθιον όπου τελούνται τα μακεδονικά Πύθια. Ομώνυμες πόλεις.