Εθνικά 666.1-8, λ. Φίλιπποι
Φίλιπποι, πόλις Μακεδονίας, οἱ πρότερον Κρηνίδες. Ἀρτεμίδωρος ἐν ἐπιτομῇ τῶν ἕνδεκα "καὶ πόλις Φίλιπποι τὸ παλαιὸν Κρηνίδες. τοῖς δὲ Κρηνίταις πολεμουμένοις ὑπὸ Θρᾳκῶν βοηθήσας ὁ Φίλιππος Φιλίππους ὠνόμασεν". ἔνθεν ἦν Ἄδραστος ὁ περιπατητικὸς φιλόσοφος, Ἀριστοτέλους μαθητής. ἐκλήθησαν Φίλιπποι καὶ αἱ Θῆβαι Θεσσαλίας καὶ Γόμφοι Θεσπρωτίας. ὁ πολίτης Φιλιππεύς, Φιλιππηνός δὲ παρὰ Πολυβίῳ.
Για τους Φιλίππους (μετονομασία των Κρηνίδων από τον Φίλιππο). Μορφολογία των εθνωνυμίων.