Εθνικά 112.7-10, λ. Ἀργέου
Ἀργέου [νῆσος], νῆσος μικρὰ πρὸς τῷ Κανώβῳ Αἰγυπτία, ἀπὸ Ἀργέου τοῦ Μακεδόνος, ἀφ᾽ οὗ Ἀργεάδαι. οἱ οἰκήτορες Ἀργεῶται, ὡς τῆς Νικίου Νικιῶται καὶ τῆς Χαιρέου Χαιρεῶται. καὶ αὗται γὰρ Αἰγύπτου πόλεις.