Εθνικά 232.3-15, λ. Δίον
Δῖον, πόλις Εὐβοίας περὶ τὸ Κήναιον. Ὅμηρος "Κήρινθόν τ᾽ ἔφαλον Δίου τ᾽ αἰπὺ πτολίεθρον". ἔστι καὶ Μακεδονίας, ἔνθα τὸν Ὀλυμπικὸν ἀγῶνα ἐτέλουν. τὸ ἐθνικὸν Διεύς. Παυσανίας δὲ Διάστας φησί· Μακεδόνων γὰρ ὁ τύπος, Ὀρέσται Λυγκησταί. γ ἔστι πρὸς τῷ Ἄθῳ, ὡς Θουκυδίδης. δ Θεσσαλίας. ε Πισιδίας. Ἰταλίας. ζ κοίλης Συρίας, κτίσμα Ἀλεξάνδρου, καὶ Πέλλα· ἧς τὸ ὕδωρ νοσερόν. καὶ τὸ ἐθνικὸν Διηνός, ὡς δηλοῖ τὸ ἐπίγραμμα νᾶμα τὸ Διηνὸν γλυκερὸν ποτόν, ἠνιδὲ πίῃς, παύσει μὲν δίψης, εὐθὺ δὲ καὶ βιότου. τὸ κτητικὸν Διακός. καὶ τὸ θηλυκὸν Διάς, ὡς δηλοῦσιν αἵ γε περὶ ταύτην ἦσαν Διάδες Ἀθῆναι καλούμεναι. οἱ πολῖται Ἀθηναῗται.
Η μακεδονική πόλη Δίον (όου τελούνταν οι Ολυμπικοί αγώνες της Μακεδονίας), η μορφολογία των σχετικών εθνικών και οι ομώνυμες πόλεις.