Ελληνικά 5.3.1.1
Ἅμα δὲ τῷ ἦρι ὑποφαινομένῳ οἱ μὲν Ὀλύνθιοι ἱππεῖς ὄντες ὡς ἑξακόσιοι κατεδεδραμήκεσαν εἰς τὴν Ἀπολλωνίαν ἅμα μεσημβρίᾳ καὶ διεσπαρμένοι ἐλεηλάτουν· ὁ δὲ Δέρδας ἐτύγχανε ταύτῃ τῇ ἡμέρᾳ ἀφιγμένος μετὰ τῶν ἱππέων τῶν ἑαυτοῦ καὶ ἀριστοποιούμενος ἐν τῇ Ἀπολλωνίᾳ. ὡς δ᾽ εἶδε τὴν καταδρομήν, ἡσυχίαν [τε] εἶχε, τούς θ᾽ ἵππους ἐπεσκευασμένους καὶ τοὺς ἀμβάτας ἐξωπλισμένους ἔχων. ἐπειδὴ δὲ καταφρονητικῶς οἱ Ὀλύνθιοι καὶ εἰς τὸ προάστιον καὶ εἰς αὐτὰς τὰς πύλας ἤλαυνον, τότε δὴ συντεταγμένους ἔχων ἐξελαύνει.
Πολεμικές επιχειρήσεις μεταξύ των βασιλείων της Μακεδονίας μέχρι την εποχή του Φιλίππου: οι βασιλείς της Ορεστίδας, της Λυγκηστίδας και της Ελίμειας διατηρούσαν δικό τους στρατό και συχνά επιχειρούσαν εναντίων των Αργεάδων